Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.200 Joseph. AJ 6.205 (English) >>Joseph. AJ 6.209

6.203

Κομισθέντων δὲ τούτων πρὸς τὸν Δαυίδην τῶν λόγων ἡσθεὶς τὸν Σαοῦλον ἐσπουδακέναι νομίζων αὐτοῦ περὶ τὴν συγγένειαν, οὐδὲ βουλεύσασθαι περιμείνας οὐδʼ εἰ δυνατὸν δύσκολόν ἐστι τὸ προκείμενον ἔργον τῷ λογισμῷ περινοήσας ὥρμησεν εὐθὺς μετὰ τῆς ἑταιρίας ἐπὶ τοὺς πολεμίους καὶ τὴν ὑπὲρ τοῦ γάμου κατηγγελμένην πρᾶξιν καί, θεὸς γὰρ ἦν πάντα ποιῶν εὐμαρῆ καὶ δυνατὰ τῷ Δαυΐδῃ, κτείνας πολλοὺς καὶ κεφαλὰς ἑξακοσίων ἀποτεμὼν ἧκε πρὸς τὸν βασιλέα διὰ τῆς τούτων ἐπιδείξεως τὸν ἀντὶ τούτων γάμον ἀπαιτῶν. 6.204Σαοῦλος δὲ οὐκ ἔχων ἀναφυγεῖν ἐκ τῶν ὑπεσχημένων, αἰσχρὸν γὰρ ὑπελάμβανεν ψεύσασθαι δοκεῖν διʼ ἐπιβουλὴν ἵνʼ ὡς ἀδυνάτοις ἐπιχειρῶν Δαυίδης ἀποθάνῃ τὸν γάμον ἐπηγγέλθαι, δίδωσιν αὐτῷ τὴν θυγατέρα Μελχὰν ὀνόματι. 6.205

Ἔμελλε δὲ οὐκ ἐπὶ πολὺ τοῖς γεγενημένοις ἐμμένειν Σαοῦλος ἄρα· ὁρῶν γὰρ τὸν Δαυίδην παρὰ τῷ θεῷ καὶ παρὰ τοῖς ὄχλοις εὐδοκιμοῦντα κατέδεισε, καὶ τὸν φόβον οὐκ ἔχων ἀποκρύψασθαι περὶ μεγάλων ὄντα βασιλείας τε καὶ ζωῆς, ὧν καὶ θατέρου στερηθῆναι συμφορὰ δεινή, κτείνειν τὸν Δαυίδην διεγνώκει καὶ προστάσσει τὴν ἀναίρεσιν αὐτοῦ Ἰωνάθῃ τῷ παιδὶ καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν. 6.206 δὲ τὸν πατέρα τῆς ἐπὶ τῷ Δαυίδῃ μεταβολῆς θαυμάσας οὐκ ἐπὶ μετρίοις ἀπὸ τῆς πολλῆς εὐνοίας ἀλλʼ ἐπὶ θανάτῳ γενομένης, καὶ τὸν νεανίσκον ἀγαπῶν καὶ τὴν ἀρετὴν αὐτοῦ καταιδούμενος λέγει πρὸς αὐτὸν τὸ τοῦ πατρὸς ἀπόρρητον καὶ τὴν προαίρεσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.200 Joseph. AJ 6.205 (English) >>Joseph. AJ 6.209

Powered by PhiloLogic